TLG 0337 001 :: PYTHON :: Fragmentum

PYTHON Trag.
(4 B.C.)

Fragmentum

Source: Snell, B. (ed.), Tragicorum Graecorum fragmenta, vol. 1. Göttingen: Vandenhoeck & Ruprecht, 1971: 260.

fr. 1

Citation: Fragment — (line)

1

(tit)

ΑΓΗΝ ΣΑΤΥΡΙΚΟΣ
1ἔστιν δ’ ὅπου μὲν ὁ κάλαμος πέφυχ’ ὅδε †φέτωμ’ ἄορνον, οὑξ ἀριστερᾶς δ’ ὅδε πόρνης ὁ κλεινὸς ναός, ὃν δὴ Παλλίδης τεύξας κατέγνω διὰ τὸ πρᾶγμ’ αὑτοῦ φυγήν.
5ἐνταῦθα δὴ τῶν βαρβάρων τινὲς μάγοι ὁρῶντες αὐτὸν παγκάκως διακείμενον ἔπεισαν ὡς ἄξουσι τὴν ψυχὴν ἄνω τὴν Πυθιονίκης ...
8a... ἐκμαθεῖν δέ σου ποθῶ
9μακρὰν ἀποικῶν κεῖθεν, Ἀτθίδα χθόνα
10τίνες τύχαι †καλοῦσιν ἢ πράττουσι τί. 〈Β〉 ὅτε μὲν ἔφασκον δοῦλον ἐκτῆσθαι βίον, ἱκανὸν ἐδείπνουν· νῦν δὲ τὸν χέδροπα μόνον καὶ τὸν μάραθον ἔσθουσι, πυροὺς δ’ οὐ μάλα. 〈Α〉 καὶ μὴν ἀκούω μυριάδας τὸν Ἅρπαλον
15αὐτοῖσι τῶν Ἀγῆνος οὐκ ἐλάττονας σίτου διαπέμψαι καὶ πολίτην γεγονέναι. 〈Β〉 Γλυκέρας ὁ σῖτος οὗτος ἦν, ἔσται δ’ ἴσως
αὐτοῖσιν ὀλέθρου κοὐχ ἑταίρας ἀρραβών260